Ancient Greek
1.147 to 1.162
Scholia in Homerum, Scholia in Iliadum 1.147-2-162
Not analysed yet
270. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας. 271. ὅτι τὰς ζ΄ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος (131) ἐν ταῖς ζ΄ καὶ τὴν Βρισηίδα τάττει· ἔστι γὰρ Λυρνησσία. 274. Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται. 279. *νηήσασθαι] ἀντὶ προστακτικοῦ. 292. *οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ καθόλου. 297. ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται. 299. *διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀριστάρχου. 300. κηρόθι μᾶλλον] ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, του- τέστι θανατηφόρον μοῖραν, ἢ ἐν τῇ ψνχῇ μισεῖται. μᾶλλον παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή. 302. τὸ κατὰ στρατὸν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς, τειρομένους κατὰ στρατὸν, οἷον καταπονουμένους ἤδη ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης· εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος, οἵ- τινες κατὰ πᾶν τὸ στράτευμά σε τιμήσουσιν ὡς θεὸν, οἷον πάντες ὁμοίως. 309. ἀπηλεγέως] ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκρι- μένως. ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ λῆξαι, ὃ ἐστιν εἰπόντα παύσασθαι. ἢ ἀπηλγημένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650), ὅτε ἀνάγκη καλεῖ, πολε- μήσειν. 310. *κρανέω] Ἀρίσταρχος ᾗπερ δὴ φρονέω. 311. *παρήμενος] γρ. παρήμενοι. 312. ὁμῶς Ἀΐδαο πύλῃσιν] ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος; 313. οἵ χʼ ἕτερον] ὅτι δοκεῖ συγκεχύσθαι τὸ ἕτερον· ἔδει γὰρ ἕτερον δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ πλειόνων τίθεται. 314. *ὥς μοι δοκεῖ εἶναι ἄριστα] ἐν ἄλλῳ ὡς καὶ τετελεσμέ- νον ἔσται. 317. *μετʼ ἀνδράσιν] Ἀρίσταρχος ἐπʼ ἀνδράσι.