Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.163-3
Not analysed yet
385. σὺν τῶ ῑ ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ, ὁμοίως τῷ “δέπᾳ μελιηδέος οἴνου” καὶ “γήρᾳ ὑπὸ λιπαρῷ” (Od. 11, 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ “κρέα ἔδμεναι” (Il. 4, 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυν- τικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ “κέρα ἐκ κε- φαλῆς” (Il. 4, 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοη- τοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους καὶ ἐθείρας. τὸ δὲ παρ θενοπῖπα τινὲς παρθενοπῖα, παρθένοις ἐοικώς. ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλʼ ἐμπλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων “κορώνας ἀνδού- μενοι·” καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρʼ Ὁμήρῳ “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ” (Il. 17, 52). ἔνιοι δὲ, τῷ τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ “τοξότα λωβητήρ.” περὶ δὲ τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ γὰρ καθʼ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς ἡγου- μένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο ἢ καὶ ἐναλλὰξ, τὰ μὲν καθʼ ἓν. τὰ δὲ κατὰ δύο.