Ancient Greek
1.164 to 1.167
Scholia in Homerum, Scholia in Iliadum 1.164-2-167
Not analysed yet
387. *οὐ χραίσμῃσι] ὅτι ἀντὶ τοῦ οὐ χραίσμοι. 390. χωφὸν γὰρ βέλος] ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον. 391. εἴ κʼ ὀλίγον περ ἐπαύρῃ] ἐλλείπει τὸ πρόσθεν· οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται ἐπαύρω. *ἀντὶ τοῦ ἄλλως ὑπʼ ἐμεῖο πέμπεται. 392. *αἶψα] Ἀρίσταρχος ἄνδρα τίθησιν.