Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.164
Not analysed yet
407. ἀπὸ τούτου ἕως τοῦ κεῖνοι δὲ σφετέρῃσιν (409) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ μὲν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν παρείληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν· εἰ δὲ ἐπὶ πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς θεοὺς συνεργεῖν πεπορθηκότες. Ἄρειον] ἤτοι τὸ Ἄρεως ἱερὸν, ἢ τοῦ ἐν Τροίᾳ· ὅπερ καὶ βέλτιον.