Ancient Greek
1.153 to 1.163
Scholia in Homerum, Scholia in Iliadum 1.153-2-163
Not analysed yet
377. γράφεται καὶ “κεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκει.” τὸ δὲ ἀγείρων παρατατικῶς. ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας δύο ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δὲ, ὅτι οὐδὲ ὁ Φοῖνιξ ἐν ταῖς λιταῖς πρεσβεύει. 378. Θῆβαί εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής· καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον· αἱ Ὑποπλάκιοι, ὧν μέμνηται ἐν τῇ A καὶ τῇ Z, καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησὶν ἐν τῇ I. 383. εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην λεχεποίην· εἰ μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμὸς, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος. 384. *ἀγγελίην] ὅτι ἀντὶ τοῦ ἄγγελον. *τὸ ἐπί περιττόν. ἀγγελίην ἔπι] πλησιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτοὺς, ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις περὶ ὧν ἐνόμιζον ἐγκαλεῖν οἱ Θηβαῖοι. 386. βίης Ἐτεοκληείης] περιφραστικῶς, τοῦ Ἐτεοκλέους. 390. ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς πρὸς τὸν Διομήδη λόγῳ (Il. 5, 808) οὐκέτι. 394. *οὕτως Μαίων βαρυτόνως, εἰς ἀποφυγὴν τοῦ ἐθνικοῦ. τὸν Μαίονά τινες στοχάζονται κήρυκα γεγονέναι διὰ τὸ μόνον αὐτὸν σωθῆναι· ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων, διὸ φορτικὸν ἦν ἐνυβρίζειν αὐτούς· ὅθεν καὶ παροιμία ἐλέχθη τὸ “πρέσβις οὐ τύπτεται οὐδὲ ὑβρίζεται.” 395. *Πολυφόντης] γράφεται Λυκοφόντης. 400. Ἀντίμαχός φησιν παρὰ συφορβοῖς ἀνατετράφθαι Τυδέα· καὶ Εὐριπίδης, “οὐκ ἐν λόγοις ἦν δεινὸς (Suppl. 902.) ἀλλʼ ἐν ἀσπίδι.” πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης. *σὺν τῷ ν ἀμείνων Ἀρίσταρχος, ἵνα καθʼ ἑαυτὸ λέγηται ἐπιπλη- κτικῶς. ἐλλείπει δὲ τὸ ἔστι ῥῆμα. 404. *μὴ ψεύδε᾿] τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα. 405. ἡμεῖς τοι] περὶ ἑαντοῦ λέγει Σθένελος καὶ Διομήδους· οὗτοι γὰρ μόνοι τῶν ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες.