Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.166-2
Not analysed yet
412. ἧσο] οὐκ ἔπρεπεν αὐτὸν εἰς πόλεμον προερχόμενον καθέζεσθαι. βέλτιον οὖν λέγειν τὸ μετὰ σιωπῆς ἧσο. *δασυντέον τὸ ἧσο. ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος καὶ ἀμετά- ληπτος. λέγουσι δὲ αὐτό τινες ἐπίρρημα σχετλιαστικόν· οἱ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθί φασιν εἶναι· οἱ δὲ, ὡς βάπτω βαπτίζω, οὕτως τέπτω τέττω τεττίζω καὶ τιτίζω· ἤδη γάρ τινες ἀξιοῦσι γράφειν “ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τιτίζοντας” (Il. 2, 314) ἐξ αὐτοῦ τέττης, καὶ κλητικὴ τέττα. οὕτω Σωτηρᾶς.