Ancient Greek
1.167 to 1.177
Scholia in Homerum, Scholia in Iliadum 1.167-3-177
Not analysed yet
416. *ὅτι θηλυκῶς τὴν Ἴλιον. 421. ὀρνυμένου] τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου, καὶ στικτέον μετʼ αὐτὸ τελείῳ. δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ, τελείας στιγμῆς πρὸ αὐτοῦ οὔσης, ἵνʼ ᾖ ὁ λόγος, ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος κατέλαβεν. 423. Ζεφύρου ὕπο κινήσαντος] Πτολεμαῖος ὁ τοῦ Ἀριστονίκου καὶ Νικίας καὶ Τυραννίων ἀναστρέφουσιν· οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τονος ὁμοίως τῷ “ἔσκεν ὑφηνίοχος” (Il. 6, 16) καὶ “Ποσειδάωνος ὑποδμώς” (Od. 4, 386). 426. *ἐὸν] Ἀρίσταρχος διὰ τοῦ ῑ ἰόν. ἀποπτύει δʼ ἁλὸς ἄχνην] πτύελος γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρὸς ὃν ἐρευγομένη ἐκχεῖ. ἄλλοι δὲ καὶ φυκίον φασίν. 429. ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. τὸ δὲ ἑξῆς ἐστὶν, οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν σημάντορας δεδιότες. τὰ δὲ ἄλλα διὰ μέσου. 433. πολυπάμονος] πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ ᾱ. 439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν “Δεῖμός τʼ ἠδὲ Φόβος πόδας αἰνετὼ, υἷε θυέλλης.” 440. ἄμοτον] ἀπλήρωτον. ἀφʼ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός. 448. χαλκεοθωρήκων] ὅτι ἐξ ἐπαναλήψεως λέγει ἀτὰρ ἀσπίδες· προείρηκε γὰρ “σύν ῥʼ ἔβαλον ῥινούς.” 449. ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρα- τιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμω- γῆν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος. 451. *ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων.