Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.168-4
Not analysed yet
395. περὶ πλέες] Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ, ὅτι καὶ κατʼ ἰδίπν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπʼ αὐτοῦ κινήματα· “τόσσον ἐγώ φημι πλέας ἔμμεναι” (Il. 2, 129)· οὐ γὰρ πολλοὺς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ “πλέονές κεν μνηστῆρες” (Od. 18, 247) συγκοπή ἐστιν ἡ πλέες φωνὴ, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγι- νώσκειν, λειπούσης τῆς αὐτόν. *λείπει ἡ αὐτόν, ἵνʼ ᾖ περὶ αὐτὸν πλέες.