Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.170
Not analysed yet
268. φηρσὶν] τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν Δηῖονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα δόλῳ κατα- πρήσας, μανεὶς καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον, Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι εἰ τῷ ὄντι τολμᾷ ποιῆσαι τοῦτο, νεφέλην ἀπεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ. ὁ δὲ μιγεὶς τῇ νεφέλῃ ὡσανεὶ τῇ Ἥρᾳ ἔσχε παῖδα Κένταυρον, ἀφʼ οὗ τὸ τῶν Κενταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρʼ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ. φηρσὶν Αἰολικῶς· ἢ φυήρεσιν, ἡρμοσμένοις τὰς φύσεις. ᾤκουν δὲ περὶ Πήλιον. ὀρεσκῴοισι] κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος.