Ancient Greek
1.171 to 1.177
Scholia in Homerum, Scholia in Iliadum 1.171-177
Not analysed yet
269. *μέθʼ ὁμίλεον] οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν τὸν τόνον. 270. τηλόθεν ἐξ ἀπίης] ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον. 271. κατʼ ἔμʼ αὐτόν] οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν. *ὅτι Ζηνόδοτος γράφει κατʼ ἐμωυτόν. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν. 272. μαχέοιτο] ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατὰ παρένθεσιν τοῦ ε. 273. ξύνιεν] οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε, ξύνιεν, ὡς “αὐτὰρ ἐπεὶ κόσμηθεν” (Il. 3, 1). μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζ΄ ὁ Ἡρωδιανός. 275. *τόνδʼ ἀποαίρεο] ὅτι ἀρχαϊκῶς τόνδʼ ἀφαιροῦ, οὐχὶ τοῦδε. 276. *ἔα] ἐκτατέον τὸ ἄλφα.