Ancient Greek
1.171 to 1.177
Scholia in Homerum, Scholia in Iliadum 1.171-2-177
Not analysed yet
378. ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν. 381. πεπύθοιτʼ] ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάσσει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο. *ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς. 385. γρ. ἐπὶ νῆας. 387. ὅτι ἐκ τῶν ἐπάνω (343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης. *κατατεθνηώτων] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ κατατεθνειώτων. 391. *ἤγαγεν] Ἀριστοφάνης ἤπαφεν Ἕκτωρ. 394. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα] ταχεῖαν λέγει τὴν νύκτα διὰ τὸ ὑφʼ ἔνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις “δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί” (Od. 2, 388). 397. ἢ ἤδη χείρεσσιν] καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολὴν, ἐν τῷ περὶ τοῦ μὴ γεγονέναι πλείονας ἐκδόσεις τῆς Ἀρι- σταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο εἰ ἤδη. ταῦτα ὁ Δίδυμος περὶ τῶν στίχων τούτων.