Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.170-2
Not analysed yet
375. βαμβαίνων] τρέμων καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιού- μενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος· οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προῖέμενος ὑπὸ τοῦ φόβου, βαμβαλύζων, ὅπερ ἡμεῖς φαμέν. ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν. *ὅτι ὀνοματοθετικὸς ὁ ποιητής. *τὸ ἑξῆς, βαμβαίνων χλωρὸς ὑπαὶ δείους· τὰ δὲ λοιπὰ διὰ μέσου.