Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.174-2
Not analysed yet
406. Ἀλεξίων τὸ τόνδε ἓν μέρος λόγου ἐκδέχεται, καὶ παρο- ξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “τούσδε δʼ ἔα φθινύθειν” (Il. 2, 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν· βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται. ὅτι περισσὸς ὁ κε, ἀμφίβολος δὲ ἡ στιγμή. ἤτοι γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότερον, τὸ ἀρι- στεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ· τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγ- γελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν.