Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.175-3
Not analysed yet
410. ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον δὲ παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἢ σύνδεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ τὸ κρατερῶς. ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν- δεσμοι. ὁ δὲ λόγος, ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον.