Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.175
Not analysed yet
395. ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν ἐθύμωσεν, ἀλλὰ τὸ παρώρμησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς ἐνδιασκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ καί ῥʼ ὡς οὖν ἐνόησε ἕως τοῦ ὣς ἔφατ᾿, ἔδδεισεν δʼ Ἑλένη (418) στίχοι κγ΄. πῶς γὰρ ἡ γραίᾳ παλαι- γενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχε καὶ ὄμματα μαρμαίροντα καὶ στήθεα ἱμερόεντα; καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα “ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδʼ ἔτι σοῖσι πόδεσσιν.” καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν “μή μʼ ἔρεθε, σχετλίη.” αἰρομένων δὲ αὐτῶν, καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, ἦρχε δὲ δαίμων.