Ancient Greek
1.176 to 1.180
Scholia in Homerum, Scholia in Iliadum 1.176-180
Not analysed yet
400. ἦ πή με] τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή ὀξυτο- νητέον διὰ τὸ με ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πή οὐ πύσμα, ἀλλὰ ἀόριστον. 401. Μῃονίης] Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιὸν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ (7). 402. *κἀκεῖθι] Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι. 403. *πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος. 404. ἀπʼ ἄλλη; ἀρχῆς τὸ οὕνεκα· ἀσύνδετος γὰρ πρὸς τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι, ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστὶ καὶ ταῦτα, οὕνεκα—τοὔνεκα.