Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.175-2
Not analysed yet
441. *ἀμβωμοῖσι] ἐν τοῖς Διογένους ἀμβώνεσσι. *οὕτως Ἀρίσταρχος βωμοῖσι. Χρύσιππος ὑφʼ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ “χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν” (Od. 7, 100). χρὴ. μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται, κἂν παράθεσις ᾖ ὁμοίως τῷ “ἂμ φόνον, ἂν νέκυας” (Il. 10, 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ὀρθογραφίας εἴρηται. λῖτα] μεταπλασμός ἐστιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς ᾱ λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθής διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. τὸ δὲ ἑξῆς ἐστὶ κατα- πετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ.