Ancient Greek
1.172 to 1.174
Scholia in Homerum, Scholia in Iliadum 1.172-174
Not analysed yet
434. κάπῃσιν] φάτναις, παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵπ- πους κάπτειν, ὅ ἐστιν ἐσθίειν. 435. *ὅτι τὰ ὀχήματα ἄρματα λέγουσι. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους, τουτέστι τοὺς ἀν- τικρὺ τῆς εἰσόδου· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφανόωντα, οὐκ εὖ. βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ αρματα παμφα- νόωντα. ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει. 439. δίωκε] ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγῃ τις· νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος.