Ancient Greek
1.175 to 1.190
Scholia in Homerum, Scholia in Iliadum 1.175-4-190
Not analysed yet
407. ἐέλπετο] οὕτως διὰ τοῦ ῶ ἐέλπετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ ἐέλδετο. 412. *Ἀρίσταρχος ἐφαμαρτεῖτε, ἄλλοι δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ ἐφομαρτεῖτε. 416. ὅτι τὸ σημαινόμενόν ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διάνοιαν. 420. *οὕτως πέλασθεν Ἰακῶς. 423. *ἐλίηῳ ἐνὶ χώρῳ] Ζηνόδοτος ὧτ’ ὀλίγῃ ἐνὶ χώρη. 426. πρὸς τὸ λαισήῖα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήῖα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων βυρσῶν. 428. ὅτῳ] Ζηνόδοτος ὅτεῳ, καὶ ἐμφαίνει Ὀμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησὶ “τῷ ὅτεῳ τε πατὴρ κέλεται” (Od. 2, 114). 430. πάντη δή] ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβε· Τυραννίων δὲ ἐκδέχεται τὸ ἡ ἐπίρρημα τοπικὸν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ἦ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ “ᾖ ῥʼ ὅγ’ ὁ λυσσώδης” (Il. 13, 53). οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντη τοπικόν. 431. *ἐρράδατ] ἀπὸ τοῦ ῥάζω. 433. τρνῆτις] ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὃ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη. *τάλαντον παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικόν τοῦ βάρους. 434. τάχα τὸ ἑξῆς ἐστὶν ἀμφὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν. 435. *ἔν τισι μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους. οὕτως μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους, τὸ ἴσον αὐτοῖς ἀπονέ- μουσα. ἄμεινον δὲ, φησὶν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ πρὸς τὸ Σένωνος παράδοξον προφέρεται ἀμεμφέα μισθόν. 439. ὅτι ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν “ὡς φάτʼ ἐποτρύνων, οἱ δʼ οὔασι πάντες ἄκουον.” 442. ὅτι διὰ τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφι- βολίας. οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν. 444. ἀκαχμένα δούρατʼ ἔχοντες] ὅτι Ζηνόδοτος γράφει κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐδήν. 445. *Ἀρίσταρχος ἑστήκει χωρὶς τοῦ ιι. βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε, συναφὴν δὲ θετέον ὑπʼ ἀμφο- τέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς.