Ancient Greek
1.191 to 1.202
Scholia in Homerum, Scholia in Iliadum 1.191-5-202
Not analysed yet
450. τόν οἱ ἐλαφρὸν ἔθηκε] ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. καὶ Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. 451. *οὕτως διὰ τοῦ ε φέρει. ἄρσενος] μέγας γὰρ ὁ τούτου πόκος. ἢ ὅτι τραχύτερος. ἢ τι ῥυπωδέστερος, ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστί. 456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἴς ἐφ’ ἔνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο. ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον, καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειο- μένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί. 457. *στῆ δὲ μάλʼ ἐγγὺς ἰών] ἐν ἄλλῳ στῆ δʼ ἄρ’ ἐωʼ οὐδὸνἰών. 458. ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει, καὶ νῦν τὸν λίθον· καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν. 459. θαιρούς] τοὺς ἄνω καὶ κάτω στρόφιγγας θαιρούς φησι διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας. 462. λᾶος] προπερισπαστέον ὡς κλῆρος· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενικὴ, συναλοιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου; 463. νυκτὶ θοῇ] ἤτοι τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν, ἢ ἐπεὶ δοκεῖ ταχέως παριέναι ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν. ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. πρὸς τὸ τὁ δʼ ἤῖε νυκτὶ ἐοικώς” (Il. 1, 47). ὅτι Ζηνόδοτος γράφει νυκτὶ ἐλυσθείς. 465. *οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] Ἀρίσταρχος οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας. 468. τεῖχος ὑπερβαίνειν] ὅτι καθʼ ὃ μέρος ώδοποίησαν οἱ Λύκιοι, οὐ καθόλου. *ὀτρύνοντι] οὕτως διὰ τοῦ ο ὀτρύνοντι. 489. *ὑπέρβασαν] οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν. 470. πύλας] ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης διʼ ἧς ὁ Ἕκτωρ.