Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.178
Not analysed yet
277. *Πηλείδήθελʼ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια- λύηται εἰς τὸ ἔθελε. Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ· “ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει” (287)· “ἤθελε Μηριό- νης” (Il. 10, 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὂν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων.