Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.178-3
Not analysed yet
452. Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους· Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονὸς, εἴ γε μᾶλλον ἐντελέστερον. οἶδε δὲ τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλειμμένον· “ὅσσους Ἑλλήσποντος ἀγάρροος” (Il. 2, 845) “στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ” (Il. 5, 598) “ἐς ποταμὸν εἰλεῦντο βαθύρροον” 21, 8) “ἀψορρόου Ὠκεανοῖο” (Il. 18, 399). σπανίως δὲ τὸ ἕτερον· ʼχειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν” (Il. 11, 493) “ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ” (Il. 5, 87). τὸ μέντοι γε ἀπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· “ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος” (Il. 21, 241).