Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.178-4
Not analysed yet
633. τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ἀνδρὶ τῆς μάχης. λείπει τὸ ὡς. εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμηνεία οὕτως, ποῖόν σοι ἀνάγκη ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης, ὃ καὶ κρεῖττον. ἢ καὶ ἄλλως. ὄντι σοι τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη τοῦ Ἕλληνας ἐμβάλλειν;]