Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.179-3
Not analysed yet
638. ἀλλʼ οἷόν τινα] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς πάντως ἀναγνω- στέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος. μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται, καὶ μάλιστα οτι πρόσκειται τὸ τινά. Νικίας ψιλοῖ, ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμα- στικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ “ἀλλʼ οἷον τὸν Τηλεφίδην ”(Od. 11, 518). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιω- ματικῶς “οἷόν τε κρομύοιο λοπόν ”(Od. 19, 233) καὶ ἀντὶ τοῦ ὡς “οἷον ἀναΐξας” (Od. 1, 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ “ἀλλοῖός μοι, ξεῖνε ”(Od. 16, 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέ- ωνα, ἵνα ὅμοιον ᾖ τῷ “ὁσσάτιόν τε καὶ οἷον ”(758) καὶ “ἀλλ᾿ οἷον τόδʼ ἔρεξεν” (Od. 4, 242) “οἷον τὸν Τηλεφίδην.” οὕτως ἀρέσκει καὶ Φιλοξένᾳ. *ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ ἀλλοῖον παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει Ἡρακλείην.