Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.18
Not analysed yet
39. *δασυντέον τὸ Ἀλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι. ἔθνος Θρᾳκῶν. ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν. Ὀδίον] πρὸ τέλονς ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν τὸ δὲ προσηγορικὸν ὅδιος ὡς σκότιος. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, Τυχίος Δολίος, κἂν μὴ σχῇ διαστολὴν, ὡς τὸ Χρομίος. Πτολεμαῖος μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (8, 370) ἀνεγίνωσκεν “Ἀλκίνοος δʼ Ἁλίον,” πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὁδίου.