Ancient Greek
1.19 to 1.27
Scholia in Homerum, Scholia in Iliadum 1.19-2-27
Not analysed yet
43. Φαῖστον] προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται “ἐς Φαιστὸν, μικρὸς δὲ λίθος” (Od. 3, 296). 44. *Τάρνης] πόλις Λυδίας, ἣ νῦν Σάρδεις. 46. *ἵππων ἐπιβησόμενον] πρὸς τὸ φυγεῖν δηλονότι. 52. *ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν. 53. *ὅτι Ζηνόδοτος γράφει χραῖσμεν θανάτοιο πέλωρα. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον. 54. οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδι- δόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ “πῆ δὴ συνθεσίαι” (Il. 2, 339) διελαμβάνομεν. 56. *πρόσθεν ἕθεν φεύγοντα] ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμένος ἐπὶ στόμα. 60. Ἁρμονίδεω] ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ “Τερ- πιάδης δέ τʼ ἀοιδός” (Od. 22, 330). καὶ ὅτι ἀμφίβολον πότερον ὁ Φέρεκλος ἔπηξε τὰς ναῦς ἢ ὁ Ἁρμονίδης ἐφʼ ἃ καὶ Ἀρίσταρχος φέρεται. *πάντα] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δαίδαλα πολλά. 62. νῆας ἐΐσας] ἴσας τὰς ναῦς φησὶν, ὅτι ἀντιρρόπως πορεύονται· ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.