Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.181
Not analysed yet
308. δράκων] τούτῳ τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι Σθενίος· οὕτως γὰρ ἱστόρηται Διονυσίῳ ἐν τῷ ε΄ τῶν ἀπόρων. ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦ- σιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφ᾿ ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραι- νομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μή- τηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι᾿ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νοσσιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ ἕως τοῦ νῦν· ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, καὶ ὅτι εἰς λίθους περιστήσεται τὸ τέλος τοῦ πολέμου. ἔστι δὲ σῆμα μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σῆμα μὲν τὸ ἐπ᾿ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ εἶναι.