Ancient Greek
1.178 to 1.180
Scholia in Homerum, Scholia in Iliadum 1.178-2-180
Not analysed yet
303. χθιζά τε καὶ πρώϊζ] κατεσμίκρυνε τὸν ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας. Αὐλιδα] Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι τὸν Ἑλληνικὸν στρατόν. 305. ἕως τοῦ ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα, ἵν᾿ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ χθιζά τε καὶ πρώϊζα. ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ ἕως τοῦ σμερδαλέος. δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζά τε καὶ πρωϊζ᾿ ,ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν (301). 307. πλατανίστῳ] τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ. διυ- δατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν.