Ancient Greek
1.182 to 1.192
Scholia in Homerum, Scholia in Iliadum 1.182-3-192
Not analysed yet
413. *καταλέξω] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἀγορεύσω. 415. παρὰ σήματι Ἴλου] Ἷλος Τρωὸς παῖς, ἀφʼ οὗ ἡ πόλις Ἴλιος ἐκλήθη. παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ “μέσσον κὰπ πεδίον” (Il. 11, 167). ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον. 418. πυρὸς ἐσχάραι] πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (922), καὶ τὴν κυρίως λεγομένην. 421. *τὰς γυναῖκας καὶ τέκνα. 424. οὐ στικτέον ἐπὶ τὸ νῦν, ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτημένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον. κοινὸν γὰρ τὸ εὕδουσʼ, τὸ δὲ ἑξῆς, πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ ἀπάνευθε ; 425. τὸ εὕδουσʼ ἐν διαστολῇ καὶ ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. καὶ αὐτὸν δὲ τὸν η περισπαστέον· διαπορητικὸς γάρ. 428. Παίονες] ἔθνος Θρᾳκῶν. τινὲς δέ φασι τοὺς νῦν καλουμένους Παννονίους· ἕτεροι δὲ Μακεδόνας. ὅτι ὡς ὕστερον ἐληλυθότων τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ καταλόγου μνήμην πε- ποίηται. 429. Λέλεγες] ἔθνος Καρικόν· λέγει δὲ τοὺς ἐν Πιδαίῳ πόλει Καρίας οἰκοῦντας. Καύκωνες] ἔθνος Παφλαγονίας, οἱ δὲ Σκυθίας· οἱ δὲ τοὺς λεγο- μένους Καυνίους. Πελασγοί] οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες· ἄμεινον δὲ λέγειν αὐτὸ γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τὸ τῆς Τρωίδος πλησίον οἰκῆσαν, ὅ φασι Τράλλεις. 430. πρὸς Θύμβρης] πρὸς τὸ Θυμβραῖον πεδίον· Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές. ὅτι οὐ μόνον ἐπὶ Ῥοδίων (Il. 2, 654) χνῆται τῷ ἀγέρωχοι. ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχὴν, τουτέστι τὴν τροφὴν, ἀλλʼ ἐπὶ Μυσῶν καὶ Τρώων (Il. 3, 36), οἷον γεραόχων, σεμνῶν καὶ ἐντίμων. 431. Φρύγες] ὅτι ἑτέρους τῶν Τρώων οἶδε τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος οὐκ οἶδε καλουμένους Λυδοὺς, ἀλλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας Ἡσιόδου. *Ἀρίσταρχος ἱππόμαχοι. 434. νεήλυδες] νεωστὶ ἐληλυθότε,· ἤλυσιν γὰρ τὴν ἔλευσιν λέγουσιν.