Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.193-3
Not analysed yet
435. Ῥῆσος γένει μὲν ἦν Θρᾷξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ καὶ Εὐτέρπης μιᾶς τῶν Μουσῶν. διάφορος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως Τρωσὶ συμμαχήσῃ, καὶ συμβαλὼν πολλοὺς τῶν Ἑλλήνων ἀπέ- κτεινεν. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς Ὀδυσσέα τε καὶ Διομήδη ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμω- μένῳ Ῥήσῳ αὐτόν τε καὶ τοὺς ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι· χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασὶν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσιν καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές. ὅσοι ἐκ Μουσῶν τίκτονται. Ὀρφεὺς ἐκ Καλλιόπης ἢ Κλειοῦς, Λίνος Τερψιχόρης ἢ ὥς τινες Εὐτέρπης, Ῥῆσος Τερψιχόρης ἢ Εὐ- τέρπης Θρᾷξ, Θαλείας Παλαίφατος, Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ, Μελπομένης καὶ Ἀχελῴου Σειρῆνες, Πολυμνίας Τριπτόλεμος.