Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.186-2
Not analysed yet
465. πρίν γέ τι] Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ· οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖ- σθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρο- μάχῃ. ἔστιν οὖν τὸ τί καθʼ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελ- κόμενον, ὁμοίως τῷ “ἤ νύ τοι οὔ τι μέλει Τρώων πόνος” (Il. 22, 11) καὶ “μή τι φόβονδʼ ἀγόρευε” (Il. 5, 252) καὶ “μή τί μευ ἠΰτε παιδός (Il. 7, 235), οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι.