Ancient Greek
1.187 to 1.201
Scholia in Homerum, Scholia in Iliadum 1.187-201
Not analysed yet
469. διασταλτέον χαλκόν τ ε· μέρος γὰρ ἐστὶ περιόδου ἐπανει- λημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας. 472. ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα παράγειν τὸν Ἕκτορα λέγοντα “δέξαι κυνῆν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖς.” 475. *Ἀρίσταρχος διὰ τοῦ δ, εἶπε δʼ ἐπευξάμενος. 478. *ὧδε βίην τʼ ἀγαθόν] ἄλλοι ὧδε βίην ἀγαθόν τε. 479. *πατρὸς δʼ ὅγε] Ἀρίσταρχος πατρός γʼ ὅδε. 479, 480. καὶ ποτέ τις εἴποι] τὸ ἑξῆς, καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλʼ ἔστι συνήθης Ἀττι- κοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390) χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρόν,” καὶ αὐτὸς Ὅμηρος ἀλλαχοῦ “ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους” (Il. 13, 352). ἤλλακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος. 480. ἔναρα βροτόεντα] τὰ ἀπὸ πολέμου λάφυρα· ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. διὰ τοῦτο καὶ οἱ νεκροὶ ἔναροι. βροτόεντα] ᾑμαγμένα· βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα. ἢ ᾑματωμένα. 483. κηώδεϊ] ἐν ᾦ τὰ βρέφη κοιμίζεται. 484. δακρυόεν γελάσασα] δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδοναὶ καὶ λῦπαι· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προσήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. 489. φαίνεται καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει. 490—493. τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται καὶ πρὸ τῆς μνηστηροφονίας (Od. 21, 350), ἐν δὲ τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (356—359) οὐκέτι. 491. ἠλακάτην] τὸ τῶν γυναικῶν ἐργαλεῖον ᾧ περιελίσσουσι τὸ ἔριον. λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατον· σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτ μιν. 492. ἐνθάδε πόλεμος, ἐπὶ δὲ Τηλεμάχου (Οd. 1, 358) μῦθος· ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου (Od. 21, 352) “τόξον δ᾿ ἄνδρεσσι μελήσει.” 493. *πᾶσιν, ἐμοὶ δὲ μάλιστα] ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ. 500. *γόον] ἀντὶ τοῦ ἐγόων συνεστάλη.