Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.188-2
Not analysed yet
423. ἡ δʼ εἰς ὑψόροφον] ἀπὸ τούτου ἕως τοῦ ἔνθα κάθιξʼ Ἑλένῃ (426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζη- νόδοτος μετετίθει τὴν συνέπειαν οὕτως “ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, αὐτὴ δʼ ἀντίον ἷζεν Ἀλεξάνδροιο ἄνακτος, ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ.” ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ τὴν Ἁφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει.