Ancient Greek
1.182 to 1.187
Scholia in Homerum, Scholia in Iliadum 1.182-2-187
Not analysed yet
411. *κείνου πορσανέουσα λέχος] τὸ ἑξῆς ἐστὶ κεῖσε δʼ ἐγὼν οὐκ εἶμι κείνου πορσανέουσα λέχος. 414. βραχὺ διασταλτέον σχετλίη, μεθείω, ἀπεχθήρω. στικτέον δὲ φίλησα, ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν· ἐὰν δὲ ὑποτακτικὸν συν- εσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοινὸν ᾖ τὸ μή ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπεχθήρω. *μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μισηθῆναι. 415. *ἔκπαγλʼ ἐφίλησα] Ἀρίσταρχος Ἰακῶς ἔκπαγλα φίλησα. 416. *ἔχθεα] ἐν τῇ ἑτέρᾳ τοῦ Ἀριστάρχου ἄχθεα, τινὲς δὲ ἄλγεα. 417. *ὄληαι] ὡς πύθηαι· μέσος γὰρ δεύτερος ἀόριστος. 419. *ἀργῆτι φαεινῷ] τοῦτο ἐκ παραλλήλου εἴρηται.