Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.19-4
Not analysed yet
36. *κανάχιζε δὲ δούρατα πύργων] τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα. ὅτι πύργων ἀντὶ τοῦ πύργους· καὶ ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ κανάχιζε δὲ δούρατα ὡς ἐπὶπύργους βαλλόμενα, οὐτὰ ἐπῳκοδομημένα τῷ τείχει ἐκανάχιζε ξύλα. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλλαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν ἐπὶ πύργους βαλλό- μενα.