Ancient Greek
1.20 to 1.27
Scholia in Homerum, Scholia in Iliadum 1.20-3-27
Not analysed yet
37. Διὸς μάστιγι δαμέντες] τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακω- μένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός. 40. αὐτὰρ ὅγʼ ὡς τὸ πρόσθεν] εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφο- τέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο. *Ἀριστοφάνης ]ἐμαίνετο. 41. ἔν τισι θηρητῆρσι. Gl. interl. 42. ὅτι ἀντὶ τοῦ στρέφηται. Gl. interl. 44. *ἀντίοι] γράφεται ἀντίον· οὕτως γὰρ Ἀρίσταρχ ος. 46. ταρβεῖ οὐδὲ φοβεῖται] ὅτι οὐ τὸ αὐτὸ σημαίνει διʼ ἀμφο- τέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὕτε δέδιεν οὔτε φεύγει. *ἀγηνορίη] οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία. 49. ἐλίσσεθʼ ἑταίρους] τὸ ἐλίσσετο ἑκατέροις δύναται προσδί- δοσθαι, καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι, ἢ ἐστρέ- φετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώ- τερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὕτε γὰρ εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὕτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρα- καλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους. 54. *περὶ] Ἀριστοφάνης διὰ πᾶσαν.