Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.191-2
Not analysed yet
482. ἐν εἱαμενῇ] ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. ὠνομάσθε δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως, παρὰ τὴν ἕσιν, ἢ ῥειαμένη τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ· ἢ γέγονεν ἀπὸ τοῦ ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσαμενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ ᾱ ἑαμένη, ὡς ἥλω ἑάλω, ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ῑ εἱαμενή. *τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως.