Ancient Greek
1.192 to 1.196
Scholia in Homerum, Scholia in Iliadum 1.192-2-196
Not analysed yet
487. κεῖται ποταμοῖο παρʼ ὄχθας] ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παρα- δίδωσι διʼ ἣν παρὰ ταῖς τῶν ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυτο- μούμενα ξύλα· “ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι χει- μάρρους κατʼ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας” (Il. 11, 493). τούτου χάριν ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύματος. 490. *ἀκόντισεν ὀξέι δουρί] ἐν ἄλλῳ ἀκόντισε δουρὶ φαεινῷ. 491. *ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταραχήν. 492. βραχὺ διασταλτέον ἐπὶ τὸ βουβῶνα. οὐκ ἀναγκαῖον δὲ ἐκ- τείνειν τὴν τελευταίαν τοῦ νέκυν διὰ τὸ μέτρον· ἀπήρτηκε γὰρ εἰς μέρος λόγου. 497. ἀμφι ἓ] δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.