Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.191-4
Not analysed yet
454. ὠμησταί] Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆ- ται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ότι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής ὀρχηστής. οὕτως οὖν καὶ ὠμηστής. ἐρύουσιν] προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστώς χρόνος ἀντὶ μέλλοντος· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεὶ, φησὶν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περι- σπώμενος· “αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί.” ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ “τόνδε δʼ ἐγὼ κομιῶ” (Od. 15, 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.