Ancient Greek
1.188 to 1.190
Scholia in Homerum, Scholia in Iliadum 1.188-3-190
Not analysed yet
445. κλυτοπώλῳ] τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι, ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται. 446. φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυγὴν, οὐ μὴν ἐν τῷ “τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο ”(Il. 16, 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. 451. *ἐκ πλήρους Ἀρίσταρχος ὦ Σῶκε. τέλος θανάτοιο] πρόδηλον κἀκ τούτου ὅτι γραπτέον “τέλος κατα- καίριον” (439). Ζηνόδοτος δὲ γράφει πάλιν φθῆ σε βέλος θανάτοιο.