Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.193-4
Not analysed yet
456. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς, ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· ὃ καὶ ἔστιν ὑγιές· λέγει γὰρ “κῆδε δὲ θυμόν” οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ Ὀδυσσέως· τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. κατὰ δὲ τὸ τέλος τοῦ στίχον βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκειται τὸ τίνος χρωτός· ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτήσεται.