Ancient Greek
1.194 to 1.203
Scholia in Homerum, Scholia in Iliadum 1.194-4-203
Not analysed yet
457. *εἷλκε] Ἀρίσταρχος ἕλκε. 458. αἷμα δέ οἱ σπασθέντος] οὕτως Ἀρίσταρχος οἱ, αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει αἷμα δὲ οὗ σπα- σθέντος· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει. 459. *ὅπως ἴδον] γράφεται καὶ ἐπεὶ ἴδον. 460. τὸ καθʼ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον κατὰ πλῆθος ἐπῆλθον αὐτῷ· πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· παρεκελεύσαντο γὰρ τῷ πλήθει ἑαυτῶν. 461. αὖε] ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον τὸ ἀφαύω. 462. *ἤῦσεν] ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε. 466. *ἵκετο φωνή] Ἀρίσταρχος ἵκετ’ ἀῦτή. 467. *ὁ νοῦς, τοιαύτη οἵα ἂν γένοιτο καταπονουμένου ἀνδρός. 470. *ἐνὶ Τρώεσσι] γρ. μετὰ Τρώεσσι. 475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς Ὀδυσσεὺς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.