Ancient Greek
1.194 to 1.200
Scholia in Homerum, Scholia in Iliadum 1.194-2-200
Not analysed yet
379. ἤτοι καθʼ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν κοιναὶ λαμ- βάνωνται ἀρνήσεις· “οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδʼ ἄν ἴτ’ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν, οὐδʼ εἴ μοι δεκάκις τε” καὶ τὰ ἑξῆς. διασταλτέον καθʼ ἕκαστον, ἢ ὑποστικτέον πάντα ἕως τοῦ “ψάμαθός· τε κόνις τε,” ἵνα ἀνταποδίδωται “οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ.” 381. γράφεται οὐδʼ ὅσʼ ἐς Ὀρχομενόν καὶ οὐδʼ ὅσα Θήβας. 382. *ὅθι] γράφεται καὶ ἡ ἀντὶ τοῦ ὅθι. 383. ἀνʼ ἑκάστας] ὅτι ἀνʼ ἑκάστας πληθυντικῶς τὰς πύλας, ὡς εἶναι ἑκατὸν τάγματα. οὕτως δὲ ἀνʼ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν, ἀλλὰ πύλας. *Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ ἑκάστην. 385. καὶ οὗτος ὁ στίχος δύναται καθʼ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἐξῆς ὑποστιζόμενος κατὰ τὸ τέλος. ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμμος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει. 388. ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο, καὶ ἀπʼ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι, τῆς ἀνταποδόσεως οὔσης “οὐδέ μιν ὣς γαμέω·” ἢ διασταλτέον βραχύ ἐπὶ τὸ Ἀτρείδαο. 392. εἰς άπίῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅστις αὐτῷ· περι- σπασθήσεται οὖν, δείκνυται δὲ ἐν τοῖς περὶ ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἱ περιεσπάσθη ἀνακολούθως.