Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.201-3
Not analysed yet
393. σόωσι] Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεὶ, φησὶ, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν “ἥ κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν” (424) καὶ τὸ δεύτερον “ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν” (681). Ἀπίων δὲ διὰ τοῦ α γρά- φει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· “σάωσε δὲ νυκτὶ καλύ- ψας” (Od. 5, 103) καὶ “ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ” (Od. 13, 230). καὶ ἐπὶ μέλλοντος “κερδαλέης, εἴ τίς κεν ἐρύσεται ἠδὲ σαώσει” (Il. 10, 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστὶ καὶ ὁ Ἀσκα- λωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· “τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους” (Od. 9, 430.)