Ancient Greek
1.196 to 1.208
Scholia in Homerum, Scholia in Iliadum 1.196-4-208
Not analysed yet
700. οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. ἡ δὲ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχεν, οὐκ ἔφευγον προτροπάδην ἐπὶ τὰς ναῦς. ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν ἀπὸ νηῶν. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελλον. 703. *Ἀρίσταρχος διὰ τοῦ ᾱ, ἐξενάριξαν. ἐξενάριξαν] οὕτως διὰ τοῦ ᾱ τὸ ἐξενάριξαν, ὅ τε Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ. 705. ἀντίθεον] ἡ διπλῆ πρὸς τὴν ὁμωνυμίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ Τεύθραντι. 708. ὅτι Ζηνόδοτος γράφει Ὕδῃ. ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς, καὶ κώμη Βοιωτίας ἡ Ὕλη. καὶ ὅτι οὕτω συνεσταλ- μένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν τῷ καταλόγῳ διὰ μέτρον. 722. κύκλα] οἱ τροχοί. 723. ὀκτάκνημα] κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι. ἄξων] τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ στρέφονται οἱ τροχοί. 724. ἴτυς] ἡ ἁψὶς εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος διεμπήγνυνται, ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια, παρὰ τὸ ἰέναι. 725. ἐπίσσωτρα] οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί. *ἔν τισι γράφεται ὀπίσσωτρα διὰ τοῦ ο. 726. πλῆμναι] τὰ μέσα τῶν συριγγίων εἰς ἃς ἐντίθεται ὁ ἄξων, αἱ καλούμεναι χοινικίδες. 727. δίφρος] ἐφʼ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης. 728. ἄντυγες] αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες ὧν ἀντιλαμβ- βάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα. 729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρον μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν. *ὅνι ὅταν εἴπῃ “ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ πέλεν ἀντὶ τοῦ πέλει. 730. ζυγός] τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν. λέπαδνα] πλατεῖς ἱμάντες οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ὡς κόπτω κόπανον, λέπω λέπαδνον.