Ancient Greek
1.209 to 1.221
Scholia in Homerum, Scholia in Iliadum 1.209-2-221
Not analysed yet
734. πέπλον] γυναικεῖον ἔνδυμα, τουτέστι χιτῶνα ὃν οὐκ ἐνε- δύοντο, ἀλλʼ ἐπερονῶντο· ἀρθεισῶν γὰρ τῶν περονῶν καταρρέων φαί- νεται ὁ πέπλος εἰς τὸ ἔδαφος. πρέπων πρέπαλος, κατὰ συγκοπὴν πέπαλος, καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος. 734, 735. οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ μάχῃ (Il. 8, 385) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ. δεόντως. ὁ δὲ Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ καταλείπει. τῷ δὲ τρίτῳ παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέ- λαβε γὰρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. 736. ἡ δὲ χιτῶνʼ ἐνδῦσα] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀν- τωνυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶς. Διὸς νεφεληγερέταο] τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ, ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος. 739. *πέρι] ἀναστρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συν- τάττηται. 742. σμερδνή] καταπληκτικὴ, φοβερά. ὥσπερ ἀλαπάζω ἀλαπαδ- νός, οὕτως μερίζω μεριδνός καὶ σμερδνός. 743. ἀμφίφαλον—τετραφάληρον] φάλοι οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα οἱ ἐν ταῖς παραγναθίσι κρίκοι, διʼ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφα- λαίας. 744. πρυλέεσσʼ] πεζοῖς ὁπλίταις. πρύλις, ὡς δαμάσω δάμαλις, περύω πέρυλις καὶ πρύλις. *ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες. 746. δάμνησι] ὁ Σιδώνιος ἄνευ τοῦ ῑ τὸ δάμνησι, ὁ δὲ Ἀρί- σταρχος σὺν τῷ ῑ. 746, 747. *ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (1, 100) μετά- κεινται. 748. *ἵππους] ἀντὶ τοῦ τῶν ἵππων. 749. αὐτόμαται δὲ πύλαι] ὅτι πύλαι οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸς καλεῖται. 754. ὅτι ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν πῶς τὸν ὑπὲρ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κεφαλήν· λέγει γὰρ ἄκραν οἱανδήποτε. 757. *καρτερὰ ἔργα] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τάδε ἔργʼ ἀΐδηλα.