Ancient Greek
1.197 to 1.199
Scholia in Homerum, Scholia in Iliadum 1.197-2-199
Not analysed yet
341. σπονδαί τʼ ἄκρητοι] ὅτι ὅταν λέγῃ ἐν ἄλλοις “κρητῆρι δὲ οἶνον ἔμισγον” (Il. 3, 269), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλʼ ὅτι τὸν τῶν Τρώων καὶ τῶν Ἀχαιῶν οἶνον ἔμισγον. 344. Ἀτρείδη] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν. 346. *τούσδε] ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον. ἕνα καὶ δύο] εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ ἕνα καὶ δύο ἀντὶ τοῦ Θερσίτην καὶ ἕτερον τοιοῦτον.