Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.200
Not analysed yet
347. *βουλεύωσʼ] οὕτω βουλεύωσ’ αἱ Ἀριστάρχου. ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελο- πόννησον, πρὶν γνῶμεν τὴν Διὸς γνώμην. τὸ δὲ ᾱ πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ ἁνδάνω. ἀμφίβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν, ἢ συναπ- τόντων μέχρι τοῦ ἰέναι. ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν ἐπινοή- σουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου.