Ancient Greek
1.198 to 1.209
Scholia in Homerum, Scholia in Iliadum 1.198-3-209
Not analysed yet
500. ἐξ ἐκείνου τοῦ τόπου ἐν ᾦ ἵπποι ἐγεννῶντο ταχεῖς. εἶπε δὲ ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου. *ὅει οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφείων ὄντων τοῦ Πριάμου. 502. κόρσην] τὸν κρόταφον. ἐπὶ κόρσης γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὴν γνάθον· καὶ “ἑτέροιο διὰ κροτάφοιο.” ὡς οὖν ἔλλος ἔλαφος, κόρση κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ, διότι προειπὼν τὴν κεφαλὴν διέσταλκε κατὰ μέρος τὸν κρόταφον. 503. τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμὸς παρὰ τὰς πτώ- σεις· ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν. 508. Περγάμου ἐκκατιδών] ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον καλεῖ, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τὰς πό- λεις ἐν τοῖς ὑψηλοτέροις τόποις τὰς ἀκροπόλεις ἐποίουν διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς. 513. *χόλον] ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐτοῦ προσώπου. 515. Τριτογένεια] ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις, ἢ ἐπὶ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. ἢ ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί. 517. *Ἀρίσταρχος μοῖρα πέδησε Ἰακῶς. 521. *λᾶας ἀναιδής] ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ σκληρὸν ἀναιδὲς λέγει. 523. *βραχεῖας διαστολὴ μετὰ τὸ ῥῆμα. 526. χολάδες τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιτ- τῶν. ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. οἱ δὲ ἠτυμολό- γησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς. 527. *ἐπεσσύμενον] Ἀρίσταρχος διὰ τοῦ ᾱ ἀπεσσύμενον, ἀπι- όντα τὸν Πείρωα. ἐν δὲ τῇ ἑτέρᾳ ἑπεσσύμενος, ἵνα ἐπὶ τοῦ Θόαντος λέγηται. ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον. *βάλε] ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε. 534. οἵ ἑ] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται.