Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.197-4
Not analysed yet
499. νόθον] τὸν οὐ γνήσιον υἱὸν, ἀλλʼ ἐκ παλλακίδος ὄντα. αἱ γὰρ παιδοποιίαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· ὁ μὲν γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή- σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης· καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102). σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ” (Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ- μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180). γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.